Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.159 | Joseph. BJ 4.165 (English) | >>Joseph. BJ 4.172 |
4.163εἶπεν , ἦν ἐμοὶ τεθνάναι πρὶν ἐπιδεῖν τὸν οἶκον τοῦ θεοῦ τοσούτοις ἄγεσι καταγέμοντα καὶ τὰς ἀβάτους καὶ ἁγίας χώρας ποσὶ μιαιφόνων στενοχωρουμένας .
4.164ἀλλὰ περικείμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα καὶ τὸ τιμιώτατον καλούμενος τῶν σεβασμίων ὀνομάτων , ζῶ καὶ φιλοψυχῶ , μηδʼ ὑπὲρ τοὐμοῦ γήρως ὑπομένων εὐκλεῆ θάνατον † εἰ δεῖ μὴ
-- -- τί γὰρ καὶ δεῖ ζῆν ἐν δήμῳ συμφορῶν ἀναισθητοῦντι καὶ παρʼ οἷς ἀπόλωλεν ἡ τῶν ἐν χερσὶ παθῶν ἀντίληψις ; ἁρπαζόμενοι γοῦν ἀνέχεσθε καὶ τυπτόμενοι σιωπᾶτε , καὶ τοῖς φονευομένοις οὐδʼ ἐπιστένει τις ἀναφανδόν .
4.166ὢ τῆς πικρᾶς τυραννίδος . τί δὲ μέμφομαι τοὺς τυράννους ; μὴ γὰρ οὐκ ἐτράφησαν ὑφʼ ὑμῶν καὶ τῆς ὑμετέρας ἀνεξικακίας ;
4.167μὴ γὰρ οὐχ ὑμεῖς περιιδόντες τοὺς πρώτους συνισταμένους , ἔτι δʼ ἦσαν ὀλίγοι , πλείους ἐποιήσατε τῇ σιωπῇ καὶ καθοπλιζομένων ἠρεμοῦντες καθʼ ἑαυτῶν ἐπεστρέψατε τὰ ὅπλα ,
4.168δέον τὰς πρώτας αὐτῶν ἐπικόπτειν ὁρμάς , ὅτε λοιδορίαις καθήπτοντο τῶν συγγενῶν , ὑμεῖς δὲ ἀμελήσαντες ἐφʼ ἁρπαγὰς παρωξύνατε τοὺς ἀλιτηρίους , καὶ πορθουμένων οἴκων λόγος ἦν οὐδείς · τοιγαροῦν αὐτοὺς ἥρπαζον τοὺς δεσπότας , καὶ συρομένοις διὰ μέσης τῆς πόλεως οὐδεὶς ἐπήμυνεν .
4.169οἱ δὲ καὶ δεσμοῖς ᾐκίσαντο τοὺς ὑφʼ ὑμῶν προδοθέντας , ἐῶ λέγειν πόσους καὶ ποδαπούς · ἀλλʼ ἀκαταιτιάτοις ἀκρίτοις οὐδεὶς ἐβοήθησε τοῖς δεδεμένοις .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.159 | Joseph. BJ 4.165 (English) | >>Joseph. BJ 4.172 |